Septante (AT)

Tobie 1:21

21καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ· καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ, καὶ ἐβασίλευσεν Σαχερδονος ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. καὶ ἔταξεν Αχιαχαρον τὸν Αναηλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν.

Contexte de Tobie 1:21

19πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευη ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα. 20καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Αννας τῆς γυναικός μου καὶ Τωβιου τοῦ υἱοῦ μου. καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ· καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ, καὶ ἐβασίλευσεν Σαχερδονος ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. καὶ ἔταξεν Αχιαχαρον τὸν Αναηλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν. 22καὶ ἠξίωσεν Αχιαχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευη. Αχιαχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονος ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου.

Lire Tobie 1 en entier

Dans les dictionnaires

Commentaires sur Tobie 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org