Septante (AT)

Siracide 8:6

6μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.

Contexte de Siracide 8:6

4μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. 5μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις. μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν. 7μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν. 8μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν.

Lire Siracide 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org