Septante (AT)

Siracide 8:4

4μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.

Contexte de Siracide 8:4

2μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν. 3μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. 5μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις. 6μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.

Lire Siracide 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org