Septante (AT)
Siracide 45:14
14θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθ ἡμέραν ἐνδελεχῶς δίς.
Contexte de Siracide 45:14
12στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα· 13ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα, ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός. θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθ ἡμέραν ἐνδελεχῶς δίς. 15ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰῶνος καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι. 16ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν κυρίῳ, θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου.
Lire Siracide 45 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org