Septante (AT)

Siracide 45:13

13ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα, ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός.

Contexte de Siracide 45:13

11λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ ἀριθμὸν φυλῶν Ισραηλ· 12στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα· ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα, ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός. 14θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθ ἡμέραν ἐνδελεχῶς δίς. 15ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰῶνος καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι.

Lire Siracide 45 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org