Septante (AT)
Siracide 25:7
7Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·
Contexte de Siracide 25:7
5ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. 6στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου. Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν· 8μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ· 9μακάριος ὃς εὗρεν φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων·
Lire Siracide 25 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org