Septante (AT)

Siracide 25:6

6στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου.

Contexte de Siracide 25:6

4ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. 5ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου. 7Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν· 8μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ·

Lire Siracide 25 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org