Septante (AT)
Siracide 23:18
18ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, καὶ οὐθείς με ὁρᾷ· τί εὐλαβοῦμαι ; τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος.
Contexte de Siracide 23:18
16Δύο εἴδη πληθύνουσιν ἁμαρτίας, καὶ τὸ τρίτον ἐπάξει ὀργήν· 17ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ· ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ· ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ. ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, καὶ οὐθείς με ὁρᾷ· τί εὐλαβοῦμαι ; τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος. 19καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη. 20πρὶν ἢ κτισθῆναι τὰ πάντα ἔγνωσται αὐτῷ, οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι.
Lire Siracide 23 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org