Septante (AT)

Siracide 23:17

17ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ· ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ· ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ.

Contexte de Siracide 23:17

15ἄνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ. 16Δύο εἴδη πληθύνουσιν ἁμαρτίας, καὶ τὸ τρίτον ἐπάξει ὀργήν· ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ· ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ· ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ. 18ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, καὶ οὐθείς με ὁρᾷ· τί εὐλαβοῦμαι ; τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος. 19καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.

Lire Siracide 23 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org