Septante (AT)

Psaumes de Salomon 2:5

5τὸ κάλλος τῆς δόξης αὐτῆς ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ, ἠτιμώθη ἕως εἰς τέλος.

Contexte de Psaumes de Salomon 2:5

3ἀνθ ὧν οἱ υἱοὶ Ιερουσαλημ ἐμίαναν τὰ ἅγια κυρίου, ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις. 4ἕνεκεν τούτων εἶπεν Ἀπορρίψατε αὐτὰ μακρὰν ἀπ ἐμοῦ, οὐκ εὐδοκῶ ἐν αὐτοῖς. τὸ κάλλος τῆς δόξης αὐτῆς ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ, ἠτιμώθη ἕως εἰς τέλος. 6οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἐν αἰχμαλωσίᾳ πονηρᾷ, ἐν σφραγῖδι ὁ τράχηλος αὐτῶν, ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν. 7Κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοῖς, ὅτι ἐγκατέλιπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων.

Lire Psaumes de Salomon 2 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org