Septante (AT)
Psaumes de Salomon 2:3
3ἀνθ ὧν οἱ υἱοὶ Ιερουσαλημ ἐμίαναν τὰ ἅγια κυρίου, ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις.
Contexte de Psaumes de Salomon 2:3
1(a) Ψαλμὸς τῷ Σαλωμων· περὶ Ιερουσαλημ. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλε τείχη ὀχυρά, καὶ οὐκ ἐκώλυσας. 2ἀνέβησαν ἐπὶ τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια, κατεπατοῦσαν ἐν ὑποδήμασιν αὐτῶν ἐν ὑπερηφανίᾳ, ἀνθ ὧν οἱ υἱοὶ Ιερουσαλημ ἐμίαναν τὰ ἅγια κυρίου, ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις. 4ἕνεκεν τούτων εἶπεν Ἀπορρίψατε αὐτὰ μακρὰν ἀπ ἐμοῦ, οὐκ εὐδοκῶ ἐν αὐτοῖς. 5τὸ κάλλος τῆς δόξης αὐτῆς ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ, ἠτιμώθη ἕως εἰς τέλος.
Lire Psaumes de Salomon 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org