Juges 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 21:16-25

16καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας ; ὅτι ἠφάνισται ἐκ τοῦ Βενιαμιν γυνή.

17καὶ εἶπαν Κληρονομία διασεσῳσμένη τῷ Βενιαμιν, καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Ισραηλ·

18καὶ ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισραηλ λέγοντες Ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν.

19καὶ εἶπαν Ἑορτὴ τῷ κυρίῳ ἐν Σηλω ἀφ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιθηλ εἰς Σικιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνα.

20καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες Διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν·

21καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τῶν κατοικούντων Σηλω ἐν Σηλω χορεῦσαι ἐν χοροῖς, καὶ ἐξελεύσεσθε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλω καὶ ἀπελεύσεσθε εἰς γῆν Βενιαμιν.

22καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ ἐροῦμεν πρὸς αὐτούς Ἐλεήσατε αὐτούς, ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ· οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς· κατὰ τὸν καιρὸν ἐπλημμελήσατε.

23καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ἃς διήρπασαν· καὶ ἀπῆλθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς.

24καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπῆλθον ἐκεῖθεν, ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ.

25ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.

Lire Juges 21 en entier

Commentaires sur Juges 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org