Jérémie 45
LXX

Français

Langues originales et autres

Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 45:16

16καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων Ζῇ κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.

Contexte de Jérémie 45:16

14Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ ἐμοῦ ῥῆμα. 15καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ Ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις ; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου. καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων Ζῇ κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων. 17καὶ εἶπεν αὐτῷ Ιερεμιας Οὕτως εἶπεν κύριος Ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου· 18καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς.

Lire Jérémie 45 en entier

Commentaires sur Jérémie 45

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org