Septante (AT)
Jérémie 41:1-5
1Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου, καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα, λέγων
2Οὕτως εἶπεν κύριος Βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ Οὕτως εἶπεν κύριος Παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί·
3καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ.
4ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου, Σεδεκια βασιλεῦ Ιουδα Οὕτως λέγει κύριος
5Ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σὲ καὶ Ὦ αδων κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπεν κύριος.
Commentaires sur Jérémie 41
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires