Septante (AT)
Judith 8:31
31καὶ νῦν δεήθητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψομεν ἔτι.
Contexte de Judith 8:31
29ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν, ἀλλ ἀπ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου, καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου. 30ἀλλὰ ὁ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμᾶς ποιῆσαι καθὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ἐφ ἡμᾶς ὅρκον, ὃν οὐ παραβησόμεθα. καὶ νῦν δεήθητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψομεν ἔτι. 32καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ Ἀκούσατέ μου, καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν. 33ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην, καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου, καὶ ἐν ταῖς ἡμέραις, μεθ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν, ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου·
Lire Judith 8 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org