Septante (AT)
Judith 8:29
29ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν, ἀλλ ἀπ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου, καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου.
Contexte de Judith 8:29
27ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν, καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν, ἀλλ εἰς νουθέτησιν μαστιγοῖ κύριος τοὺς ἐγγίζοντας αὐτῷ. 28καὶ εἶπεν πρὸς αὐτὴν Οζιας Πάντα, ὅσα εἶπας, ἐν ἀγαθῇ καρδίᾳ ἐλάλησας, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου· ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν, ἀλλ ἀπ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου, καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου. 30ἀλλὰ ὁ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμᾶς ποιῆσαι καθὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ἐφ ἡμᾶς ὅρκον, ὃν οὐ παραβησόμεθα. 31καὶ νῦν δεήθητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψομεν ἔτι.
Lire Judith 8 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org