Septante (AT)
Judith 13:15
15καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ, καὶ ἰδοὺ τὸ κωνώπιον, ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας·
Contexte de Judith 13:15
13καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς. 14ἡ δὲ εἶπεν πρὸς αὐτοὺς φωνῇ μεγάλῃ Αἰνεῖτε τὸν θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν θεόν, ὃς οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ισραηλ, ἀλλ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ. καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ, καὶ ἰδοὺ τὸ κωνώπιον, ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας· 16καὶ ζῇ κύριος, ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μου, ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην. 17καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τῷ θεῷ καὶ εἶπαν ὁμοθυμαδόν Εὐλογητὸς εἶ, ὁ θεὸς ἡμῶν ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου.
Lire Judith 13 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org