Septante (AT)
Judith 11:22
22καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Εὖ ἐποίησεν ὁ θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν.
Contexte de Judith 11:22
20καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν 21Οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ ἄκρου ἕως ἄκρου τῆς γῆς ἐν καλῷ προσώπῳ καὶ συνέσει λόγων. καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Εὖ ἐποίησεν ὁ θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν. 23καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ θεός σου ἔσται μου θεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονοσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.
Lire Judith 11 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org