Septante (AT)

Judith 11:21

21Οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ ἄκρου ἕως ἄκρου τῆς γῆς ἐν καλῷ προσώπῳ καὶ συνέσει λόγων.

Contexte de Judith 11:21

19καὶ ἄξω σε διὰ μέσου τῆς Ιουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ιερουσαλημ καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου· ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι. 20καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν Οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ ἄκρου ἕως ἄκρου τῆς γῆς ἐν καλῷ προσώπῳ καὶ συνέσει λόγων. 22καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Εὖ ἐποίησεν ὁ θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν. 23καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ θεός σου ἔσται μου θεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονοσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.

Lire Judith 11 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org