Septante (AT)
Ézéchiel 21:12-21
12καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ἕνεκα τίνος σὺ στενάζεις ; καὶ ἐρεῖς Ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται, λέγει κύριος κύριος. –
13καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
14Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς Τάδε λέγει κύριος Εἰπόν Ῥομφαία ῥομφαία, ὀξύνου καὶ θυμώθητι,
15ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν σφάζε, ἐξουδένει ἀπωθοῦ πᾶν ξύλον.
16καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ῥομφαία, ἔστιν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος.
17ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου, αὐτὴ ἐν πᾶσιν τοῖς ἀφηγουμένοις τοῦ Ισραηλ· παροικήσουσιν ἐπὶ ῥομφαίᾳ, ἐγένετο ἐν τῷ λαῷ μου· διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου.
18ὅτι δεδικαίωται· καὶ τί, εἰ καὶ φυλὴ ἀπώσθη ; οὐκ ἔσται, λέγει κύριος κύριος.
19καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ῥομφαίαν· ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν ῥομφαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς,
20ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ῥομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὖ γέγονεν εἰς στίλβωσιν.
21διαπορεύου ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται.
Commentaires sur Ézéchiel 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires