Septante (AT)
Daniel 13:27
27ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης.
Contexte de Daniel 13:27
25καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου. 26ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ. ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης. 28Καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν 29καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ Ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου, ἥ ἐστιν γυνὴ Ιωακιμ· οἱ δὲ ἀπέστειλαν.
Lire Daniel 13 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org