Septante (AT)
Daniel 13:12
12καὶ παρετηροῦσαν φιλοτίμως καθ ἡμέραν ὁρᾶν αὐτήν.
Contexte de Daniel 13:12
10καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν, 11ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ. καὶ παρετηροῦσαν φιλοτίμως καθ ἡμέραν ὁρᾶν αὐτήν. 13καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ ἀλλήλων· 14καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
Lire Daniel 13 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org