Septante (AT)
Baruch 6:7
7Γλῶσσα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν.
Contexte de Baruch 6:7
5ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά, εἴπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, δέσποτα. 6ὁ γὰρ ἄγγελός μου μεθ ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν. Γλῶσσα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν. 8καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν· 9ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν, δώσουσιν δὲ ἀπ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ τέγους πόρναις.
Lire Baruch 6 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org