Septante (AT)

4 Maccabées 15:9

9οὐ μὴν δὲ ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαθίαν τῶν υἱῶν καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείθειαν μείζω τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν.

Contexte de 4 Maccabées 15:9

7καὶ διὰ πολλὰς τὰς καθ ἕκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένη τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν, 8διὰ τὸν πρὸς τὸν θεὸν φόβον ὑπερεῖδεν τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν. οὐ μὴν δὲ ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαθίαν τῶν υἱῶν καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείθειαν μείζω τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν. 10δίκαιοί τε γὰρ ἦσαν καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ μεγαλόψυχοι καὶ φιλάδελφοι καὶ φιλομήτορες οὕτως ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντας πείθεσθαι αὐτῇ. 11ἀλλ ὅμως καίπερ τοσούτων ὄντων τῶν περὶ τὴν φιλοτεκνίαν εἰς συμπάθειαν ἑλκόντων τὴν μητέρα, ἐπ οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ παμποίκιλοι βάσανοι ἴσχυσαν μετατρέψαι,

Lire 4 Maccabées 15 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org