Septante (AT)
4 Maccabées 15:7
7καὶ διὰ πολλὰς τὰς καθ ἕκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένη τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν,
Contexte de 4 Maccabées 15:7
5ὅσῳ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονώτεραι ὑπάρχουσιν αἱ μητέρες, τοσούτῳ μᾶλλόν εἰσιν φιλοτεκνότεραι. 6πασῶν δὲ τῶν μητέρων ἐγένετο ἡ τῶν ἑπτὰ παίδων μήτηρ φιλοτεκνοτέρα, ἥτις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργίαν καὶ διὰ πολλὰς τὰς καθ ἕκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένη τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν, 8διὰ τὸν πρὸς τὸν θεὸν φόβον ὑπερεῖδεν τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν. 9οὐ μὴν δὲ ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαθίαν τῶν υἱῶν καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείθειαν μείζω τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν.
Lire 4 Maccabées 15 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org