Septante (AT)

4 Maccabées 13:23

23οὕτως δὴ τοίνυν καθεστηκυίης συμπαθοῦς τῆς φιλαδελφίας οἱ ἑπτὰ ἀδελφοὶ συμπαθέστερον ἔσχον πρὸς ἀλλήλους.

Contexte de 4 Maccabées 13:23

21καὶ διὰ τῶν ἴσων ἀποτεχθέντες χρόνων καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀφ ὧν συντρέφονται ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί· 22καὶ αὔξονται σφοδρότερον διὰ συντροφίας καὶ τῆς καθ ἡμέραν συνηθείας καὶ τῆς ἄλλης παιδείας καὶ τῆς ἡμετέρας ἐν νόμῳ θεοῦ ἀσκήσεως. οὕτως δὴ τοίνυν καθεστηκυίης συμπαθοῦς τῆς φιλαδελφίας οἱ ἑπτὰ ἀδελφοὶ συμπαθέστερον ἔσχον πρὸς ἀλλήλους. 24νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετὰς καὶ τῷ δικαίῳ συντραφέντες βίῳ μᾶλλον ἑαυτοὺς ἠγάπων. 25ἡ γὰρ ὁμοζηλία τῆς καλοκἀγαθίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ ὁμόνοιαν·

Lire 4 Maccabées 13 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org