Septante (AT)
4 Maccabées 13:22
22καὶ αὔξονται σφοδρότερον διὰ συντροφίας καὶ τῆς καθ ἡμέραν συνηθείας καὶ τῆς ἄλλης παιδείας καὶ τῆς ἡμετέρας ἐν νόμῳ θεοῦ ἀσκήσεως.
Contexte de 4 Maccabées 13:22
20ἐν ᾗ τὸν ἴσον ἀδελφοὶ κατοικήσαντες χρόνον καὶ ἐν τῷ αὐτῷ χρόνῳ πλασθέντες καὶ ἀπὸ τοῦ αὐτοῦ αἵματος αὐξηθέντες καὶ διὰ τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες 21καὶ διὰ τῶν ἴσων ἀποτεχθέντες χρόνων καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀφ ὧν συντρέφονται ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί· καὶ αὔξονται σφοδρότερον διὰ συντροφίας καὶ τῆς καθ ἡμέραν συνηθείας καὶ τῆς ἄλλης παιδείας καὶ τῆς ἡμετέρας ἐν νόμῳ θεοῦ ἀσκήσεως. 23οὕτως δὴ τοίνυν καθεστηκυίης συμπαθοῦς τῆς φιλαδελφίας οἱ ἑπτὰ ἀδελφοὶ συμπαθέστερον ἔσχον πρὸς ἀλλήλους. 24νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετὰς καὶ τῷ δικαίῳ συντραφέντες βίῳ μᾶλλον ἑαυτοὺς ἠγάπων.
Lire 4 Maccabées 13 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org