Septante (AT)

3 Maccabées 6:27

27λύσατε ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετ εἰρήνης ἐξαποστείλατε τὰ προπεπραγμένα παραιτησάμενοι.

Contexte de 3 Maccabées 6:27

25τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα τῆς οἰκίας ἀποστήσας ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε ; 26τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις ; λύσατε ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετ εἰρήνης ἐξαποστείλατε τὰ προπεπραγμένα παραιτησάμενοι. 28ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου θεοῦ ζῶντος, ὃς ἀφ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοῖς ἡμετέροις πράγμασιν. 29ὁ μὲν οὖν ταῦτα ἔλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες τὸν ἅγιον σωτῆρα θεὸν αὐτῶν εὐλόγουν ἄρτι τὸν θάνατον ἐκπεφευγότες.

Lire 3 Maccabées 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org