Septante (AT)

3 Maccabées 6:26

26τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις ;

Contexte de 3 Maccabées 6:26

24Παραβασιλεύετε καὶ τυράννους ὑπερβεβήκατε ὠμότητι καὶ ἐμὲ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾶν λάθρᾳ μηχανώμενοι τὰ μὴ συμφέροντα τῇ βασιλείᾳ. 25τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα τῆς οἰκίας ἀποστήσας ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε ; τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις ; 27λύσατε ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετ εἰρήνης ἐξαποστείλατε τὰ προπεπραγμένα παραιτησάμενοι. 28ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου θεοῦ ζῶντος, ὃς ἀφ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοῖς ἡμετέροις πράγμασιν.

Lire 3 Maccabées 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org