Septante (AT)
3 Maccabées 5:32
32καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης.
Contexte de 3 Maccabées 5:32
30ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν 31Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων. καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης. 33οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη. 34ὁ καθεῖς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν.
Lire 3 Maccabées 5 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org