Septante (AT)
3 Maccabées 5:31
31Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων.
Contexte de 3 Maccabées 5:31
29ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν. 30ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων. 32καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης. 33οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη.
Lire 3 Maccabées 5 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org