Septante (AT)

3 Maccabées 4:13

13διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας,

Contexte de 3 Maccabées 4:13

11Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων καὶ τοῦ παράπλου περανθέντος, καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καθεστῶτι περιμέτρῳ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλων. 12ὡς δὲ τοῦτο ἐγενήθη, ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεῆ τῶν ἀδελφῶν ταλαιπωρίαν διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας, 14ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος, οὐκ εἰς τὴν ἔμπροσθεν βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατάπονον λατρείαν, στρεβλωθέντας δὲ ταῖς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας. 15ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα.

Lire 3 Maccabées 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org