Septante (AT)

3 Maccabées 4:11

11Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων καὶ τοῦ παράπλου περανθέντος, καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καθεστῶτι περιμέτρῳ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλων.

Contexte de 3 Maccabées 4:11

9κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις, οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους, οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις, 10ἔτι καὶ τῷ καθύπερθε πυκνῷ σανιδώματι διακειμένῳ, ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμοὺς ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσιν. Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων καὶ τοῦ παράπλου περανθέντος, καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καθεστῶτι περιμέτρῳ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλων. 12ὡς δὲ τοῦτο ἐγενήθη, ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεῆ τῶν ἀδελφῶν ταλαιπωρίαν 13διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας,

Lire 3 Maccabées 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org