Septante (AT)

3 Maccabées 3:27

27ὃς δ ἂν σκεπάσῃ τινὰ τῶν Ιουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιδίων, αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικίᾳ.

Contexte de 3 Maccabées 3:27

25προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε αὐθωρὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον. 26τούτων γὰρ ὁμοῦ κολασθέντων διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ τῇ βελτίστῃ διαθέσει κατασταθήσεσθαι. ὃς δ ἂν σκεπάσῃ τινὰ τῶν Ιουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιδίων, αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικίᾳ. 28μηνύειν δὲ τὸν βουλόμενον, ἐφ ᾧ τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήμψεται καὶ ἐκ τοῦ βασιλικοῦ ἀργυρίου δραχμὰς δισχιλίας καὶ τῇ ἐλευθερίᾳ στεφανωθήσεται. 29πᾶς δὲ τόπος, οὗ ἐὰν φωραθῇ τὸ σύνολον σκεπαζόμενος Ιουδαῖος, ἄβατος καὶ πυριφλεγὴς γινέσθω καὶ πάσῃ θνητῇ φύσει καθ ἅπαν ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον.

Lire 3 Maccabées 3 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org