Septante (AT)
3 Maccabées 3:25
25προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε αὐθωρὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον.
Contexte de 3 Maccabées 3:25
23οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτείαν, ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους παρ ἕκαστα ὑφορώμενοι μετὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ πράγματα. 24διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον καὶ προνοούμενοι μήποτε αἰφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε αὐθωρὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον. 26τούτων γὰρ ὁμοῦ κολασθέντων διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ τῇ βελτίστῃ διαθέσει κατασταθήσεσθαι. 27ὃς δ ἂν σκεπάσῃ τινὰ τῶν Ιουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιδίων, αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικίᾳ.
Lire 3 Maccabées 3 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org