Septante (AT)

3 Maccabées 1:19

19αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο.

Contexte de 3 Maccabées 1:19

17οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν ἄδηλον τιθέμενοι τὸ γινόμενον. 18αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμῶν ἐνεπίμπλων τὰς πλατείας. αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο. 20τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιάς, ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο. 21ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέντων ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπ ἐκείνου κατεγχειρουμένοις.

Lire 3 Maccabées 1 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org