Septante (AT)

3 Maccabées 1:18

18αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμῶν ἐνεπίμπλων τὰς πλατείας.

Contexte de 3 Maccabées 1:18

16τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προσπεσόντων καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων 17οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν ἄδηλον τιθέμενοι τὸ γινόμενον. αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμῶν ἐνεπίμπλων τὰς πλατείας. 19αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο. 20τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιάς, ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο.

Lire 3 Maccabées 1 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org