Septante (AT)
3 Maccabées 1:14
14καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι.
Contexte de 3 Maccabées 1:14
12τοῦ τε νόμου παραναγνωσθέντος οὐδ ὧς ἀπέλιπεν προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν λέγων Καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ δὲ οὐ δεῖ. 13καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων. καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι. 15γενομένου δέ, φησιν, τούτου διά τινα αἰτίαν, οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτῶν καὶ μή ; 16τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προσπεσόντων καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων
Lire 3 Maccabées 1 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org