Septante (AT)
3 Maccabées 1:13
13καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων.
Contexte de 3 Maccabées 1:13
11τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο διὰ τὸ μηδὲ τοῖς ἐκ τοῦ ἔθνους ἐξεῖναι εἰσιέναι μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν, ἀλλ ἢ μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ κατ ἐνιαυτὸν ἅπαξ, ὁ δὲ οὐδαμῶς ἐπείθετο. 12τοῦ τε νόμου παραναγνωσθέντος οὐδ ὧς ἀπέλιπεν προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν λέγων Καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ δὲ οὐ δεῖ. καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων. 14καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι. 15γενομένου δέ, φησιν, τούτου διά τινα αἰτίαν, οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτῶν καὶ μή ;
Lire 3 Maccabées 1 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org