Septante (AT)
2 Maccabées 9:19
19Τοῖς χρηστοῖς Ιουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς καὶ στρατηγὸς Ἀντίοχος.
Contexte de 2 Maccabées 9:19
17πρὸς δὲ τούτοις καὶ Ιουδαῖον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος. 18οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπ αὐτὸν δικαία ἡ τοῦ θεοῦ κρίσις, τὰ κατ αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολὴν ἱκετηρίας τάξιν ἔχουσαν, περιέχουσαν δὲ οὕτως Τοῖς χρηστοῖς Ιουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς καὶ στρατηγὸς Ἀντίοχος. 20εἰ ἔρρωσθε καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἐστὶν ὑμῖν· εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων 21ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον φιλοστόργως. ἐπανάγων ἐκ τῶν κατὰ τὴν Περσίδα τόπων καὶ περιπεσὼν ἀσθενείᾳ δυσχέρειαν ἐχούσῃ ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ἀσφαλείας.
Lire 2 Maccabées 9 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org