Septante (AT)

2 Maccabées 9:17

17πρὸς δὲ τούτοις καὶ Ιουδαῖον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος.

Contexte de 2 Maccabées 9:17

15τοὺς δὲ Ιουδαίους, οὓς διεγνώκει μηδὲ ταφῆς ἀξιῶσαι, οἰωνοβρώτους δὲ σὺν τοῖς νηπίοις ἐκρίψειν θηρίοις, πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν· 16ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν· πρὸς δὲ τούτοις καὶ Ιουδαῖον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος. 18οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπ αὐτὸν δικαία ἡ τοῦ θεοῦ κρίσις, τὰ κατ αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολὴν ἱκετηρίας τάξιν ἔχουσαν, περιέχουσαν δὲ οὕτως 19Τοῖς χρηστοῖς Ιουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς καὶ στρατηγὸς Ἀντίοχος.

Lire 2 Maccabées 9 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org