Septante (AT)

2 Maccabées 4:6

6ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας.

Contexte de 2 Maccabées 4:6

4συνορῶν ὁ Ονιας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος, 5πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ σύμφορον κοινῇ καὶ κατ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν· ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας. 7Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην 8ἐπαγγειλάμενος τῷ βασιλεῖ δι ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα.

Lire 2 Maccabées 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org