Septante (AT)
2 Maccabées 14:16
16προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου.
Contexte de 2 Maccabées 14:16
14οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι. 15Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος. προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου. 17Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς· 18ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι αἱμάτων ποιήσασθαι.
Lire 2 Maccabées 14 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org