Septante (AT)

1 Maccabées 9:61

61καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς.

Contexte de 1 Maccabées 9:61

59καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ. 60καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν. καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. 62καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν. 63καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν·

Lire 1 Maccabées 9 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org