Septante (AT)

1 Maccabées 9:60

60καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν.

Contexte de 1 Maccabées 9:60

58Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες Ἰδοὺ Ιωναθαν καὶ οἱ παρ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. 59καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ. καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν. 61καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. 62καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν.

Lire 1 Maccabées 9 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org