Septante (AT)
1 Maccabées 7:31
31καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαφαρσαλαμα.
Contexte de 1 Maccabées 7:31
29καὶ ἦλθεν πρὸς Ιουδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν Ιουδαν. 30καὶ ἐγνώσθη ὁ λόγος τῷ Ιουδα ὅτι μετὰ δόλου ἦλθεν ἐπ αὐτόν, καὶ ἐπτοήθη ἀπ αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ. καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαφαρσαλαμα. 32καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυιδ. 33Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων. καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως.
Lire 1 Maccabées 7 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org