Septante (AT)

1 Maccabées 7:29

29καὶ ἦλθεν πρὸς Ιουδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν Ιουδαν.

Contexte de 1 Maccabées 7:29

27καὶ ἦλθεν Νικάνωρ εἰς Ιερουσαλημ δυνάμει πολλῇ, καὶ ἀπέστειλεν πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων 28Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ἴδω ὑμῶν τὰ πρόσωπα μετ εἰρήνης. καὶ ἦλθεν πρὸς Ιουδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν Ιουδαν. 30καὶ ἐγνώσθη ὁ λόγος τῷ Ιουδα ὅτι μετὰ δόλου ἦλθεν ἐπ αὐτόν, καὶ ἐπτοήθη ἀπ αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ. 31καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαφαρσαλαμα.

Lire 1 Maccabées 7 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org