Septante (AT)

1 Maccabées 4:28

28καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς.

Contexte de 1 Maccabées 4:28

26Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. 27ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς, ἐξέβη. καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς. 29καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις, καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. 30καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ, ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ·

Lire 1 Maccabées 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org