Septante (AT)

1 Maccabées 4:27

27ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς, ἐξέβη.

Contexte de 1 Maccabées 4:27

25καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς, ἐξέβη. 28καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς. 29καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις, καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.

Lire 1 Maccabées 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org