Septante (AT)
1 Maccabées 3:36
36καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν.
Contexte de 1 Maccabées 3:36
34καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὧν ἠβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ 35ἀποστεῖλαι ἐπ αὐτοὺς δύναμιν τοῦ ἐκτρῖψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν. 37καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας. 38Καὶ ἐπέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τοῦ βασιλέως,
Lire 1 Maccabées 3 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org